ΚΑΛΩΣ ΗΛΘΕΣ!

Η ΜΩΒ ΑΓΑΠΗ ΜΟΥ ΠΑΝΤΟΥ ΣΤΗΝ ΓΗ...

1 Μαΐ 2016

Τη ση αναστάσει θαρρούσα μεγαλύνω

«Δος μοι τούτον τον ξένον, Τον εκ βρέφους ως ξένον ξενωθέντα εν κόσμω! Δος μοι τούτον τον ξένον, ον ομόφυλοι, μισούντες θανατούσιν ως ξένον! Δος μοι τούτον τον ξένον, ον ξενίζομαι βλέπειν του θανάτου τον ξένον! Δος μοι τούτον τον ξένον, όστις οίδε ξενίζειν τους πτωχούς και τους ξένους! Δος μοι τούτον τον ξένον, Ον Εβραίοι τω φθόνω απεξένωσαν κόσμω! Δος μοι τούτον τον ξένον, ίνα κρύψω εν τάφω, ος ως ξένος ουκ έχει την κεφαλήν πού κλίνη! Δος μοι τούτον τον ξένον, ον η μήτηρ ορώσα νεκρωθέντα εβόα: Ω Υιέ και Θεέ μου, ει και τα σπλάχνα τριτρώσκομαι και καρδίαν σπαράττομαι νεκρόν σε καθορώσα αλλά τη ση αναστάσει θαρρούσα μεγαλύνω!»  
*
Εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης
Άρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης! 

*

Δεν υπάρχουν σχόλια: